Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.180 Dem. 21.183 (English) >>Dem. 21.186

21.182ἀλλὰ Πύρρον, ἄνδρες Ἀθηναῖοι, τὸν Ἐτεοβουτάδην, ἐνδειχθέντα δικάζειν ὀφείλοντα τῷ δημοσίῳ, θανάτῳ ζημιῶσαί τινες ὑμῶς ᾤοντο χρῆναι, καὶ τέθνηκεν ἁλοὺς παρʼ ὑμῖν· καίτοι τοῦτο τὸ λῆμμα διʼ ἔνδειαν, οὐ διʼ ὕβριν λαμβάνειν ἐπεχείρησεν ἐκεῖνος. καὶ πολλοὺς ἂν ἑτέρους ἔχοιμι λέγειν, ὧν οἱ μὲν τεθνᾶσιν, οἱ δʼ ἠτιμωμένοι διὰ πολλῷ τούτων εἰσὶν ἐλάττω πράγματα. ὑμεῖς δʼ, ἄνδρες Ἀθηναῖοι, Σμίκρῳ δέκα ταλάντων ἐτιμήσατε καὶ Σκίτωνι τοσούτων ἑτέρων, δόξαντι παράνομα γράφειν, καὶ οὔτε παιδίʼ οὔτε φίλους οὔτε συγγενεῖς οὔθʼ ὁντινοῦν ἠλεήσατε τῶν παρόντων ἐκείνοις. 21.183μὴ τοίνυν, ἐὰν μὲν εἴπῃ τις παράνομα, οὕτως ὀργιζόμενοι φαίνεσθε, ἐὰν δὲ ποιῇ, μὴ λέγῃ, πράως διάκεισθε. οὐδὲν γὰρ ῥῆμʼ οὐδʼ ὄνομʼ οὕτως ἐστὶ τοῖς πολλοῖς ὑμῶν χαλεπόν, ὡς ὅσʼ ὑβρίζων τις τὸν ἐντυχόνθʼ ὑμῶν διαπράττεται. μὴ τοίνυν αὐτοὶ καθʼ ὑμῶν αὐτῶν δεῖγμα τοιοῦτον ἐξενέγκητʼ, ἄνδρες Ἀθηναῖοι, ὡς ἄρʼ ὑμεῖς, ἂν μὲν τῶν μετρίων τινὰ καὶ δημοτικῶν λάβηθʼ ὁτιοῦν ἀδικοῦντα, οὔτʼ ἐλεήσετʼ οὔτʼ ἀφήσετε, ἀλλʼ ἀποκτενεῖτʼ ἀτιμώσετε, ἂν δὲ πλούσιος ὤν τις ὑβρίζῃ, συγγνώμην ἕξετε. μὴ δῆτα· οὐ γὰρ δίκαιον· ἀλλʼ ἐπὶ πάντων ὁμοίως ὀργιζόμενοι φαίνεσθε.

21.184 τοίνυν οὐδενὸς τῶν εἰρημένων ἧττον ἀναγκαῖον εἶναι νομίζω πρὸς ὑμᾶς εἰπεῖν, ταῦτʼ εἰπὼν ἔτι καὶ βραχέα περὶ τούτων διαλεχθεὶς καταβήσομαι. ἔστιν, ἄνδρες Ἀθηναῖοι, μεγάλη τοῖς ἀδικοῦσιν ἅπασι μερὶς καὶ πλεονεξία τῶν ὑμετέρων τρόπων πραότης. ὅτι δὴ ταύτης οὐδʼ ὁτιοῦν ὑμῖν μεταδοῦναι τούτῳ προσήκει, ταῦτʼ ἀκούσατέ μου. ἐγὼ νομίζω πάντας ἀνθρώπους ἐράνους φέρειν παρὰ πάντα τὸν βίον αὑτοῖς, οὐχὶ τούσδε μόνους οὓς συλλέγουσί τινες καὶ ὧν πληρωταὶ γίγνονται, ἀλλὰ καὶ ἄλλους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.180 Dem. 21.183 (English) >>Dem. 21.186

Powered by PhiloLogic